Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 106

[106] τότε γὰρ κοινοὺς παρέχοντες ἑαυτοὺς δικαστάς, ἐξ ἴσου καὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων ἀκροώμενοι, μηδενὸς ἀκρίτου προκαταγινώσκειν ἀξιοῦντες, ἐβράβευον οὔτε πρὸς ἔχθραν οὔτε πρὸς χάριν, ἀλλὰ πρὸς τὴν φύσιν τῆς ἀληθείας τὰ δόξαντα εἶναι δίκαια.