Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 100

[100] καὶ γὰρ ἦν εἰκός, ἐπειδὴ πάνθ’ ὅσα διὰ τῶν ὑπάρχων πέμπεται μετὰ σπουδῆς [M.532] ἀνυπέρθετον ἔχει τὴν παρ’ ἡγεμόνι διάγνωσιν. ὁ δὲ πολλὰ χαίρειν φράσας οἷς διενοήθημεν, οἷς εἶπεν, οἷς ὡμολόγησε, τὸ ψήφισμα παρ’ ἑαυτῷ παρακατέσχεν, ἵνα μόνοι τῶν ὑφ’ ἥλιον ἀνθρώπων ἐχθροὶ νομισθῶμεν.