Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 10

[10] καὶ μέχρι μέν τινος ἔτ’ ἀντεῖχε μὴ κατὰ τὸ παντελὲς μεθιέμενος τὴν τῶν πραγμάτων ἀντίληψιν. ὡς δ’ ἤκουσε τὸν Τιβερίου μὲν υἱωνὸν κοινωνὸν δὲ τῆς ἀρχῆς ἀναιρεθέντα [M.519] Γαΐου κελεύσαντος, ἀλέκτῳ πληγεὶς συμφορᾷ καταβαλὼν ἑαυτὸν ἀχανὴς ἔκειτο, τῆς διανοίας πολὺ πρότερον ἀπειρηκυίας καὶ παρειμένης αὐτῷ.