[80] [cap.2.5] Τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ᾗ ἐχρήσατο καὶ δι’ εὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ ἃ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάντα — οὐ γὰρ ῥᾴδιον —, τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων.