[64] πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτ’ ἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπ’ αὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ [M.386] συνεφαψαμένης ἀνθρωπίνης γνώμης, ᾗ τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλως τε καὶ τῆς προστασίας οὐκ ἐπὶ [30] [31] τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;