Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 52

[52] τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ [M.384] συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ ἢ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.