Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 35

[35] γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς· „ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν ἡ τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ἡ ὁμόνοια καὶ συμφωνία τούτων· αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον ἡ περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφ’ ἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους.