Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 226

[226] [cap.4.7] Τί τοίνυν μεταδοτέον τοῖς ὡς ἴδιον ἀγαθὸν τὸ ἀλλότριον, εὐγένειαν, ὑποδυομένοις; οἳ δίχα τῶν εἰρημένων ἐχθροὶ δικαίως ⟨ἂν⟩ νομισθεῖεν καὶ τοῦ τῶν Ἰουδαίων ἔθνους καὶ τῶν πανταχοῦ πάντων, τοῦ μὲν ὅτι διδόασι τοῖς ὁμοφύλοις ἐκεχειρίαν ὀλιγωρεῖν ὑγιαίνοντος ⟨βίου καὶ⟩ βεβαίου πεποιθήσει προγονικῆς ἀρετῆς, τῶν δ’ ὅτι, κἂν ἐπ’ αὐτὴν φθάσωσιν ἀκρότητα καλοκἀγαθίας, οὐδὲν ὠφεληθήσονται διὰ τὸ μὴ τυχεῖν γονέων καὶ πάππων ἀνεπιλήπτων.