[222] καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δ’ ὑστέρῳ κατ’ ἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλ’ ὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μετ’ αὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι. ἀλλ’ αὕτη μέν, εἰ καὶ ἀλλόφυλος, ἀλλ’ οὖν γε ἐλευθέρα καὶ ἐξ ἐλευθέρων καὶ οὐκ ἀσήμων ἴσως.