Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 217

[217] καὶ δῆτα θεραπεύοντες αὐτὸν διετέλουν ὡς ἄρχοντα ὑπήκοοι τὸ περὶ πάντα μεγαλεῖον τῆς φύσεως αὐτοῦ καταπληττόμενοι τελειοτέρας οὔσης ἢ κατὰ ἄνθρωπον· οὐδὲ γὰρ [123] [124] ὁμιλίαις ἐχρῆτο ταῖς αὐταῖς, ἀλλ’ ἐπιθειάζων τὰ πολλὰ σεμνοτέραις· ὁπότε γοῦν κατασχεθείη, μετέβαλλε πάντα πρὸς τὸ βέλτιον, τὰς ὄψεις, τὴν χρόαν, τὸ μέγεθος, τὰς σχέσεις, τὰς κινήσεις, τὴν φωνήν, τοῦ θείου πνεύματος, ὅπερ ἄνωθεν καταπνευσθὲν εἰσῳκίσατο τῇ ψυχῇ, περιτιθέντος τῷ μὲν [M.443] σώματι κάλλος ἐξαίρετον, τοῖς δὲ λόγοις πειθώ, τοῖς δ’ ἀκούουσι σύνεσιν.