[21] κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις [M.379] ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· ἑνὸς γάρ, [10] [11] καθάπερ ἐν ταῖς οἰκοδομίαις, ὑφαιρεθέντος ᾔδει καὶ τἄλλα μενοῦντα οὐκ ἐν ὁμοίῳ.