[207] πολύπαις ἦν ὁ πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, ἀλλὰ δι’ ἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλ’ ἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δ’ ἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.