Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 188

[188] βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ⟨ὢν⟩ μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν ἄκροις — ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος [M.438] εὐεξία μετ’ εὐμορφίας ⟨ἐξαρκεῖν⟩ ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * αὐγοειδέστατον φῶς μὴ ἰδόντες.