Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 17

[17] εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.

[8][9]