[168] ἄλλως τε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην ἐξομοίωσιν. [cap.2.24] ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ὃ ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι.