[160] ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἢ ἐχθρὸς ᾖ, εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. ὅ τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, ὅ τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι.