Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 151

[151] ἔπειτα δὲ ἀξιοῖ μὴ μόνον τὸ παρὸν βλέπειν, ἀλλὰ καὶ τὸ μέλλον ὥσπερ ἀπὸ σκοπῆς μακρόθεν ὀξυωπίᾳ λογισμοῦ καθορᾶσθαι, μηδενὸς ἐν ὁμοίῳ μένοντος ἀλλὰ πάντων τροπαῖς καὶ μεταβολαῖς χρωμένων, ὡς εἰκὸς εἶναι τοὺς τέως δυσμενεῖς ἐπικηρυκευσαμένους καὶ συμβατηρίων ἄρξαντας ἐνσπόνδους αὐτίκα γενέσθαι.