Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 149

[149] λέλεκται. διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ ὁ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι· γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι.