Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 14

[14] ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ [M.378] φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.