[130] προτέρα μὲν γὰρ δωρεὰ γένεσις, [70] [71] δι’ ἧς τὸ μὴ ὂν ἄγεται πρὸς τὸ εἶναι, δευτέρα δὲ γάλακτος ἐπίρροια, τροφὴ καιρίως μαλακωτάτη, πᾶν ἁπαλόνυχον ἄρδουσα, ὃ ποτόν ἐστιν ὁμοῦ καὶ σιτίον· ὅσον μὲν γὰρ ὑδατῶδες τοῦ γάλακτος, ποτόν, ὅσον δ’ ὑποπαχύνεται, σιτίον — προνοίᾳ τοῦ μὴ κακοπαθεῖν τὸ ἀρτίγονον, ἐφεδρευούσης ἀεὶ χρόνοις διαφέρουσιν ἐνδείας, ἀλλ’ ὑπὸ μίαν καὶ τὴν αὐτὴν προσφορὰν ἑκατέρας τροφῆς ἤδη τὰς πικρὰς δεσποίνας, δίψαν τε καὶ πεῖναν, ἐκφεύγειν.“