Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 120

[120] ἀλλ’ ἄχρι μὲν τοῦ παρόντος ταῦτ’ εἰσὶν εὐχαί· γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες.