Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 114

[114] τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον ᾖ, δέδιεν ἰσχύν.