Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 111

[111] ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων ἢ θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς· μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου.