[99] ἀλλὰ ταῦτα μὲν ἀδιάφορα ἄν τις εἴποι, τὰ δὲ ὁμολογούμενα ἀγαθὰ δεῖν [77] [78] ἀνῆφθαι τὴν φύσιν. φέρ’ οὖν ἐξετάσωμεν καὶ τῶν πρὸς ἀλήθειαν ἀγαθῶν τὰ μάλιστα παρ’ ἡμῖν θαυμαζόμενα, ὧν ἁπάντων μὲν τυχεῖν κατὰ καιροὺς τοὺς ἁρμόζοντας εὐχόμεθα, τυχόντες δὲ εὐδαιμονέστατοι νομιζόμεθα.