[9] οὐ μὴν οὐδέ, ὅτε τοῖς περιγείοις χρήσας αὐτὸν εἴασεν ἐνομιλεῖν, ἄρχοντος ἢ βασιλέως κοινήν τινα ἀρετὴν ἀνῆπτεν αὐτῷ, καθ’ ἣν ἀνὰ κράτος ἡγεμονεύσει τῶν τῆς ψυχῆς παθῶν, ἀλλ’ εἰς θεὸν αὐτὸν ἐχειροτόνει πᾶσαν τὴν περὶ τὸ σῶμα [7] [8] χώραν καὶ τὸν ἡγεμόνα αὐτῆς νοῦν ὑπήκοα καὶ δοῦλα ἀποφήνας· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ“ (Exod. 7, 1)· θεὸς δὲ ἔλλειψιν ἢ πρόσθεσιν οὐκ ἀνέχεται πλήρης καὶ ἰσαίτατος ὢν ἑαυτῷ.