[88] [cap.27] Τὰ μὲν δὴ τοῦ Κάιν μεθ’ ἡμέρας φέροντος θυσίαν ἐγκλήματα τοιαῦτα ἦν. Ἄβελ δὲ ἤνεγκεν οὐ τὰ αὐτὰ οὐδὲ τὸν [69] [70] αὐτὸν τρόπον, ἀλλ’ ἀντὶ μὲν ἀψύχων ἔμψυχα, ἀντὶ δὲ νεωτέρων καὶ δευτερείων πρεσβύτερα καὶ πρῶτα, ἀντὶ δὲ ἠσθενηκότων ἐρρωμένα καὶ πιότερα· „ἀπὸ γὰρ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν“ φησι τὴν θυσίαν ποιήσασθαι (Gen. 4, 4), κατὰ τὸ ἱερώτατον διάταγμα· ἔστι δὲ τοιόνδε· „καὶ ἔσται“