[77] [cap.22] οὗ χάριν καὶ δι’ ἑτέρων φησίν· „ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου“ (Lev. 19, 32), ὡς παμμεγέθους διαφορᾶς οὔσης· πολιὸς μὲν γὰρ ὁ μηδὲν ἐνεργῶν ἐστι χρόνος, [61] ἀφ’ οὗ μετανίστασθαι καὶ ἀποδιδράσκειν δεῖ τὴν μυρίους ἀπατῶσαν ἐκκλίνοντας ὑπόληψιν, ὡς ἄρα τι ποιεῖν οὗτος πέφυκε· πρεσβύτερος δὲ ὁ τιμῆς καὶ γέρως καὶ πρεσβείων ἐπάξιος ὤν, ὃν Μωυσῇ τῷ θεοφιλεῖ δοκιμάζειν ἐπιτέτραπται· „οὓς γὰρ σὺ οἶδας,“ φησίν „οὗτοί εἰσι πρεσβύτεροι“ (Num. 11, 16), ὡς ἂν μηδεμίαν ἀποδεχομένου νεωτεροποιίαν, ἀλλὰ πρεσβυτέρων καὶ τῆς ἀνωτάτω τιμῆς ἀξίων δογμάτων εἰωθότος ἐρᾶν.