Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 67

[67] εἰ δὲ ὁ λόγος ἔφθακε, πολὺ μᾶλλον ὁ λέγων αὐτός, καθάπερ ἐν ἑτέροις μαρτυρεῖ φάσκων· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σέ“ (Exod. 17, 6)· [53] [54] δηλοῖ γὰρ ὅτι πρὸ παντὸς ὑφέστηκε τοῦ γενομένου καὶ ὁ ἐνταῦθα ὢν κἀκεῖ καὶ ἀλλαχόθι καὶ πανταχοῦ πεπληρωκὼς πάντα διὰ πάντων καὶ οὐδὲν ἔρημον ἑαυτοῦ καταλελοιπὼς ὑπάρχει·