[65] ὧν ἐζήτησαν ἔλαβον. [cap.18] πρώτη δὲ τῶν εἰσαγομένων ἀρετὴ τὸ διδάσκαλον ὡς ἔνεστι τέλειον ἀτελεῖς μιμεῖσθαι γλίχεσθαι. ὁ δὲ διδάσκαλος φθάνει καὶ τὸν χρόνον οὐδ’ ὅτε τὸ πᾶν ἐγέννα συνεργήσαντα, ἐπειδὴ καὶ αὐτὸς γινομένῳ τῷ κόσμῳ συνυφίστατο· ὁ γὰρ θεὸς λέγων [51] [52] ἅμα ἐποίει, μηδὲν μεταξὺ ἀμφοῖν τιθείς· εἰ δὲ χρὴ δόγμα κινεῖν ἀληθέστερον, ὁ λόγος ἔργον ἦν αὐτοῦ. λόγου δὲ ὀξυκινητότερον οὐδὲν καὶ παρὰ τῷ θνητῷ γένει, παραμείβεται γὰρ ἡ ῥύμη τῶν ὀνομάτων καὶ ῥημάτων τὴν ἐπ’ αὐτοῖς φθάνουσα κατάληψιν.