Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 6

[6] ὁ δὲ αὐτομαθοῦς ἐπιστήμης ἀξιωθεὶς Ἰσαὰκ ἐκλείπει μὲν καὶ αὐτὸς ὅσον σωματοειδὲς αὐτοῦ τῇ ψυχῇ συνύφαντο, προστίθεται δὲ καὶ προσκληροῦται οὐκέθ’ ὡς οἱ πρότεροι λαῷ, „γένει“ δέ, καθάπερ φησὶ Μωυσῆς (Gen. 35, 29)· γένος μὲν γὰρ ἓν τὸ ἀνωτάτω, λαὸς δὲ ὄνομα πλειόνων·