Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 50

[50] ἄγαμαι καὶ τοῦ θεσμοφύλακος Μωυσέως, ὃς μέγα καὶ λαμπρὸν ἡγούμενος τὸ ποιμαίνειν περιῆψεν ἑαυτῷ τὸ ἔργον· τῶν γὰρ τοῦ περιττοῦ Ἰοθὸρ ἐπιστατεῖ καὶ ἀφηγεῖται δογμάτων, ἄγων αὐτὰ ἀπὸ τῶν ὀχλικῶν τῆς πολιτείας σπουδασμάτων εἰς ἐρημίαν τοῦ μὴ ἀδικεῖν· „ἦγε γὰρ τὰ πρόβατα ὑπὸ τὴν ἔρημον“ (Exod. 3, 1).