Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 44

[44] ὁ γὰρ τοῖς ἐγκυκλίοις μόνοις ἐπανέχων παροικεῖ σοφίᾳ, οὐ κατοικεῖ, καθάπερ τινὰ ὀδμὴν ἡδεῖαν ἐκ τῆς περὶ τὴν θεωρίαν γλαφυρότητος ἐπιπέμπων τῇ ψυχῇ· τροφῶν δὲ οὗτος, οὐκ ὀσμῶν, δεῖται πρὸς τὸ ὑγιαίνειν· ὄσφρησιν δὲ ὑπηρέτιν γεύσεως καθάπερ βασιλίδος προγευστρίδα ὑπήκοον λέγεται ἡ φύσις εὐμηχάνως δημιουργῆσαι· τὰς δὲ ἡγεμονίδας πρὸ τῶν ἀρχομένων ἀεὶ θεραπευτέον καὶ τὰς αὐτόχθονας πρὸ τῶν παροίκων ἐπιστήμας.“