[16] ὅταν δὲ ἤδη παρηβήσῃ καὶ ἡ τῶν παθῶν παλμώδης νόσος χαλάσῃ, καθάπερ νηνεμίας ἐπιγενομένης, [11] [12] ἄρχεταί τις γαλήνην ἄγειν ὀψὲ καὶ μόλις βεβαιότητι ἀρετῆς ἱδρυθείς, ἣ τὸν ἐπάλληλον καὶ συνεχῆ σεισμόν, βαρύτατον κακὸν ψυχῆς, ἐπράυνεν. οὕτως μὲν δὴ τὰ χρόνου πρεσβεῖα οἴσεται κακία, τὰ δὲ ἀξιώματος καὶ τιμῆς καὶ εὐκλείας ἡ ἀρετή.