Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 134

[134] „ἐν ᾗ“ δέ φησιν „ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ“ (Num. 3, 13), οὐχ ἵνα τοῦθ’ ὑποτοπήσωμεν, ὅτι κατ’ ἐκεῖνον μόνον τὸν χρόνον, καθ’ ὃν ἐπλήγη τὴν μεγάλην [102] [103] πληγὴν φθορᾷ τῶν πρωτοτόκων Αἴγυπτος, οἱ Ἰσραὴλ πρωτότοκοι ἐγένοντο ἅγιοι, ἀλλ’ ὅτι καὶ πάλαι καὶ νῦν καὶ αὖθις καὶ ἀεὶ τοῦτο συμβαίνειν ἐπὶ ψυχῆς πέφυκεν· ὅταν τὰ τοῦ τυφλοῦ πάθους ἡγεμονικώτατα διαφθαρῇ, τηνικαῦτα τὰ τοῦ θεὸν ὀξυδερκῶς ὁρῶντος πρεσβύτερα καὶ [M.1.190] τίμια ἔκγονα γίνεται ἅγια.