[131] τὰς αὐτὰς πράξεις ἐργασάμενοι. [cap.39] ᾄδεται δέ τις καὶ τοιοῦτος ἐν ἀπορρήτοις λόγος, ὃν ἀκοαῖς πρεσβυτέρων παρακατατίθεσθαι χρὴ νεωτέρων ὦτα ἐπιφράξαντας. τῶν γὰρ περὶ τὸν θεὸν δυνάμεων [100] [101] ἀρίστων πασῶν μία οὖσα ταῖς ἄλλαις ἰσότιμος ἡ νομοθετικὴ — νομοθέτης γὰρ καὶ "πηγὴ νόμων αὐτός, ἀφ’ οὗ πάντες οἱ κατὰ μέρος νομοθέται — διχῆ πέφυκε τέμνεσθαι, τῇ μὲν εἰς εὐεργεσίαν κατορθούντων, τῇ δὲ εἰς κόλασιν ἁμαρτανόντων.