Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 128

[128] [cap.38] ἄξιον δὲ μὴ παρέργως σκέψασθαι, τί δή ποτε τὰς πόλεις τῶν Λευιτῶν ἀνῆκε τοῖς φυγάσι, τοῖς ἱερωτάτοις τοὺς ἀνιέρους εἶναι δοκοῦντας συνοικεῖν ἀξιώσας· οὗτοι δ’ εἰσὶν οἱ τὸν ἀκούσιον φόνον [98] [99] δράσαντες. λεκτέον οὖν πρῶτον μὲν τἀκόλουθον τῷ πάλαι λεχθέντι, ὅτι ὁ σπουδαῖος τοῦ φαύλου λύτρον, ὥστ’ εἰκότως πρὸς τοὺς ἱερωμένους οἱ διαμαρτάνοντες ἀφίξονται τοῦ καθαρθῆναι χάριν· ἔπειθ’ ὅτι φυγάδας οἱ Λευῖται προσίενται καὶ αὐτοὶ δυνάμει φυγάδες ὄντες·