Pular para o conteúdo

De sacrificiis Abelis et Caini

Philo of Alexandria · Parte 123

[123] πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἵ, κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς [94] [95] ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην· εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ.