[12] ἀλλὰ γὰρ οὐ τὰ εἰκότα καὶ πιθανὰ [M.1.166] Μωυσῆς ἀσπάζεται, τὴν δὲ ἀλήθειαν ἀκραιφνῆ μεταδιώκει· καὶ ὅταν γε μόνος ἰδίᾳ τῷ θεῷ προσέρχηται, μετὰ παρρησίας φησὶ μὴ εἶναι εὔλογος — ἴσον [9] [10] τῷ μὴ τῶν εὐλόγων καὶ πιθανῶν ἐφίεσθαι —, πεπονθέναι δὲ τοῦτο πρὸ τῆς ἐχθὲς καὶ τρίτης, ἀφ’ οὗ τὸν θεὸν ἄρξασθαι διαλέγεσθαι ὡς θεράποντι αὐτῷ (Exod. 4, 10).