[114] ἐὰν δὲ ἄρα σὺ μὲν ἀναδέχῃ τὸν ἐκ τοῦ πονεῖν κάματον, ἡ δὲ φύσις μηδὲν ἐπιδιδῷ πρὸς τὸ ἄμεινον ἐναντιουμένη ταῖς ἐκ προκοπῆς βελτιώσεσι, μετατραπόμενος ἠρέμει· χαλεπὸν γάρ ἐναντιοῦσθαι φύσει. διὸ καὶ προστίθησιν· „ἐὰν δὲ” φησί „μὴ ἀλλάξῃς, [88] [89] λυτρώσῃ αὐτό“ (Exod. 13, 13), ὅπερ ἐστίν, ἐὰν μὴ δυνηθῇς προκοπὴν ἀλλάξασθαι τοῦ πονεῖν, μέθες καὶ τὸν πόνον· τὸ γάρ λυτρώσασθαι τοιοῦτον ὑποβάλλει νοῦν, ἐλευθερῶσαι τὴν ψυχὴν ἀνηνύτου καὶ ἀτελοῦς φροντίδος.