[110] εἰσὶ δὲ δυνάμεις ἀμιγεῖς κακίας ὅλαι δι’ ὅλων, ἃς οὐ θέμις ἀκρωτηριάζειν διαιροῦντας, αἱ ἐοικυῖαι ταῖς ἀμερίστοις θυσίαις, ὁλοκαυτώμασιν, ὧν ἐναργὲς παράδειγμα ὁ Ἰσαάκ, ὃν ἱερείου τρόπον ἀνάγειν [M.1.185] προστέτακται μηδενὸς πάθους φθοροποιοῦ μεμοιραμένον.