[107] [cap.33] ἀλλ’ οὐ μόνον ἀπὸ τούτων, ἀλλὰ καὶ ἀπὸ τοῦ φυράματος ὅλου προστέταχεν ἀφαιρεῖν. [82] [83] ἡ δὲ πρόσταξίς ἐστι τοιάδε· „καὶ ἔσται, ὅταν ἐσθίητε ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα τῷ κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον, ἀφαίρεμα ἀφελεῖτε αὐτόν· ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφελεῖτε“ (Num. 15, 19. 20).