Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 9

[9] ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς [M.410] μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι.