Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 72

[72] φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς [M.420] „στένειν καὶ τρέμειν ἀεί“ (Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν’ ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας οἱ μὴ ἀνίατα δράσαντες.