Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 56

[56] τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος κοινῶν πραγμάτων ἐπιμέλειαν.