Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 47

[47] δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. [cap.1.8] τὸ μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32,25) συμβολικῶς· ἀλαζονεία μὲν γὰρ καὶ ὑπεροψία [M.416] διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου πράγματος, οἰήσεως, συστολή.