Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 40

[40] ἐκεῖνο μὲν γάρ, ὃ καὶ ἀγαθοῦ κρεῖττον καὶ μονάδος πρεσβύτερον καὶ ἑνὸς εἱλικρινέστερον, ἀμήχανον ὑφ’ ἑτέρου θεωρεῖσθαί τινος, διότι μόνῳ θέμις αὐτῷ ὑφ’ ἑαυτοῦ καταλαμβάνεσθαι. [cap.1.7] τὸ δ’ ὅτι ἔστιν, ὑπάρξεως ὄνομα καταληπτὸν ὄν, ἢ οὐ πάντες ἢ οὐχ ὁδῷ τῇ βελτίονι καταλαμβάνουσιν· ἀλλ’ οἱ μὲν ἄντικρυς ἀπεφήναντο μηδ’ ὅλως εἶναι τὸ θεῖον, οἱ δὲ ἐνεδοίασαν ἐπαμφοτερίσαντες ὡς οὐκ ἔχοντες εἰπεῖν, εἴτε ἔστιν [16] [17] εἴτε μή, οἱ δὲ καὶ ἔθει μᾶλλον ἢ λογισμῷ τὰς περὶ ὑπάρξεως θεοῦ κομίσαντες ἐννοίας παρὰ τῶν τρεφόντων ἔδοξαν εὐστόχως εὐσεβεῖν δεισιδαιμονίᾳ τὴν εὐσέβειαν χαράξαντες.