[28] [cap.1.5] Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες. ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον [M.413] συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα.