[2] τὸ δὲ ἱστορικὸν μέρος ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν καὶ τὰ ὁρισθέντα ἑκατέροις ἐπιτίμια καὶ γέρα ἐν ἑκάσταις γενεαῖς. τοῦ δὲ νομοθετικοῦ τὸ μὲν καθολικωτέραν ὑπόθεσιν ἔχει, τὸ δ’ ἕτερον ⟨τῶν κατὰ⟩ μέρος νομίμων εἰσὶν ἐντολαί· κεφάλαια μὲν δέκα, ἅπερ λέγεται κεχρησμῳδῆσθαι οὐ δι’ ἑρμηνέως ἀλλ’ ἐν τῷ ὑψώματι τοῦ ἀέρος σχηματιζόμενα καὶ ἄρθρωσιν ἔχοντα λογικήν, τὰ δ’ ἄλλα τὰ κατ’ εἶδος [μέρη] διὰ τοῦ [M.409] προφήτου θεσπισθέντα.