[156] ἀμελήσαντες τουτωνὶ τῶν χρηστῶν παραινέσεων εἰς ἡμερότητα προκαλουμένων τὰ μὲν σώματα καὶ τὰς ψυχὰς ὧν ἐδύναντο πάντων ἀνάγκαις ἀτρύτοις ἐπίεσαν, τῆς βαθυγείου δὲ τὴν ἰσχὺν ὑπετέμοντο φοραῖς ταῖς ὑπὲρ δύναμιν ἀπλήστως προσοδευόμενοι [72] [73] καὶ δασμοῖς οὐκ ἐτησίοις μόνον ἀλλὰ καὶ ἐφημέροις ὅλην δι’ ὅλων ἐκτραχηλίζοντες.