Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 151

[151] παρελεύσονται καὶ μέχρι σπλάγχνων αἱ τηκεδόνες ἀθυμίας τε καὶ ἀδημονίας ἐμποιοῦσαι σὺν ἐκθλίψει. ζωὴν ἀνίδρυτον καὶ κρεμαμένην ὥσπερ ἐξ ἀγχόνης ἐργάσονται φόβου διαδοχαὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὴν ψυχὴν ἄνω καὶ κάτω κλονοῦσαι, ὡς πρωΐας μὲν ἑσπέραν ἑσπέρας δὲ ὄρθρον εὔχεσθαι διὰ τὰς καὶ ἐγρηγορότων κακώσεις ἐμφανεῖς καὶ κοιμωμένων ἐξ ὀνειράτων ἀποτροπαίους φαντασίας.